Page images
PDF
EPUB
[ocr errors]

(c) Trajan developed the monarchical principle in at least two ways.' Explain.

(d) What was Hadrian's attitude towards the cities of Athens and Antioch, respectively?

5. (a) Give a brief sketch of the poet Naevius, and name his chief works.

(b) Name the works of Catullus, and give the dates assigned for his birth and death.

(c) What relations existed between Horace and the poets Virgil, Tibullus, and Propertius?

GREEK.

FIRST PAPER.

REV. PROFESSOR BROWNE.
COMPOSITION.

1. Translate into Greek :

Their spokesman represented that the native inhabitants were withheld by the soldiers from displaying their feelings, and that these soldiers having left behind them, at the mercy of Theodotus, their wives, their children, and their property, could not surrender the city without incurring the vengeance of the tyrant. And he went on to ask what benefit could ensue to the imperial army from their subjection? Should the attempts on the capital be successful, the possession of their city would follow naturally, and without striking a blow.

2. Translate into English :

(a)

ἀλλ ̓ ἀντιδοῦναι δεῖ σ', ἀπὸ ζῶντος ῥοφεῖν
ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
βοσκὰν φεροίμαν πώματος δυσπότου
καὶ ζῶντά σ ̓ ἰσχνάσασ ̓ ἀπάξομαι κάτω.
ἀντίποιν ̓ ὡς τίνης μητροφόνου δύας.
ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν,
ἢ θεὸν ἢ ξένον

τιν ̓ ἀσεβῶν,
ἢ τοκέας φίλους,

ἔχονθ ̓ ἕκαστον τῆς δίκης ἐπάξια.

(β)

(c)

ἐμὸν τόδ' ἔργον, λοισθίαν κρῖναι δίκην·
ψῆφον δ' Ορέστῃ τήνδ' ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἐστὶν ἢ μ' ἐγείνατο.
τὸ δ ̓ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῷ, κάρτα δ ̓ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον,
ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾷ δ' Ορέστης, κἂν ἰσόψηφος κριθῇ.
ἐκβάλλεθ ̓ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτ ̓ ἐπέσταλται τέλος.
ἐκ δὲ τοῦ,

λιχὴν ἄφυλλος, ἄτεκνος,
ἰὼ δίκα, πέδον ἐπεσσυμένος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω ; τί ῥέξω ;

γελῶμαι· δύσοιστα

πολίταις ἔπαθον.

ἰώ μεγάλα τοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.

3. Translate, with notes :

οὐδ ̓ ἦτις αἷα τοῦτ' ἐπεύχεται γένος,
τρέφουσ ̓ ἀνατεί, μὴ μεταστένειν πόνον.
κρίνασα δ' ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα.
ὧν ἔχεις αὐτὸς κράτει.

δύσοιστα πολίταις ἔπαθον.

ἑρμαίαν δόσιν τίοι.

4. Write a note on the reference to the Areopagus in this play; and also in reference to the method of voting adopted in the murder-trial.

5. Translate into English:

UNPRESCRIBED PASSAGES.

(α) πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἀλλ ̓ ἔμοιγε δοκεῖ ποιεῖν ἢ τοῦτο καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατῶν, ὑμῖν δ ̓ ἀπειλεῖν ἤδη; οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετο εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδ ̓ ἂν εἰπεῖν δύναιτ' οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ολυνθίους πρότερον δοὺς Ποτίδαιαν ἐξηπάτησε καὶ πόλλ ̓ ἕτερα· Θηβαίους τὰ νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου

πολλοῦ καὶ χαλεποῦ· ὥστε καρπωσάμενοί τινα ἕκαστοι τούτων πλεονεξίαν οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πάντες ἴσασιν, οἱ δ ̓ ὅ τι ἄν ποτε συμβῇ πείσονται. ὑμεῖς δὲ ὧν μὲν ἀπεστέρησθε, σιωπῶ· ἀλλ ̓ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσα ἐξηπάτησθε, πόσων ἀπεστέρησθε. οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θράκης, Δορίσκον, Σέρρειον, τὸν Κερσοβλέπτην αὐτόν; οὐ νῦν τὴν πόλιν τὴν Καρδιανῶν ἔχει καὶ ὁμολογεῖ; τί ποτ ̓ οὖν ἐκείνως τοῖς ἄλλοις καὶ οὐ τὸν αὐτὸν τρόπον ὑμῖν προσφέρεται; ὅτι ἐν μόνῃ τῶν πασῶν πόλεων τῇ ἡμετέρᾳ ἄδεια ὑπὲρ τῶν ἐχθρῶν λέγειν δέδοται, καὶ λαβόντα χρήματ ̓ αὐτὸν ἀσφαλές ἐστι λέγειν παρ ̓ ὑμῖν, κἂν ἀφῃρημένοι τὰ ὑμέτερ ̓ αὐτῶν ἦτε.—DEMOSTHENES, Chers.

(6) ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
αἱνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς
ὡς ἄν, δόλῳ κτείναντες ἄνδρα τίμιον,
δόλῳ τε καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχω
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Απόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σάγην ἔχων,
ἤξω ξὺν ἀνδρὶ τῷδ ̓ ἐφ ̓ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἦσομεν Παρνησίδα,
γλώσσης ἀϋτὴν Φωκίδος μιμουμένω,

SECOND PAPER.

AESCHYLUS, Choeph.

[blocks in formation]

(α) ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν ἐν τῇ ἀγορᾷ. ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δ ̓ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου.

(3) διὰ ταῦτα εἶπον τῇ βουλῇ ὅτι εἰδείην τοὺς ποιήσαντας, καὶ ἐξήλεγξα τὰ γενόμενα, ὅτι εἰσηγήσατο μὲν πινόντων ἡμῶν ταύτην τὴν βουλὴν Εὐφίλητος, ἀντεῖπον δὲ ἐγώ, καὶ τότε μὲν οὐ γένοιτο δι' ἐμέ, ὕστερον δ' ἐγὼ μὲν ἐν Κυνοσάργει

ἐπὶ πωλίον ὅ μοι ἦν ἀναβὰς ἔπεσον καὶ τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην φερόμενός τε ἐπὶ κλίνης ἀπεκομίσθην οἴκαδε. αἰσθόμενος δ' Εὐφίλητος ὡς ἔχοιμι, λέγει πρὸς αὐτοὺς ὅτι πέπεισμαι ταῦτα συμποιεῖν καὶ ὡμολόγηκα αὐτῷ μεθέξειν τοῦ ἔργου καὶ περικόψειν τὸν Ἑρμῆν τὸν παρὰ τὸ Φορβαντεῖον.

(ε) ἀλλ' οὐδ ̓ ἂν τῶν ἕνδεκα γενόμενος ἀποδέξαιο, εἴ τις ἀπάγοι τινὰ φάσκων θοιμάτιον ἀποδεδύσθαι ἢ τὸν χιτωνίσκον ἐκδεδύσθαι, ἀλλ' ἀφείης ἂν τὸν αὐτὸν τρόπον, ὅτι οὐ λωποδύτης ὀνομάζεται. οὐδ ̓ εἴ τις παῖδα ἐξαγαγὼν ληφθείη, οὐκ ἂν φάσκοις αὐτὸν ἀνδραποδιστὴν εἶναι, εἴπερ μαχῇ τοῖς ὀνόμασιν, ἀλλὰ μὴ τοῖς ἔργοις τὸν νοῦν προσέξεις, ὧν ἕνεκα τὰ ὀνόματα πάντες τίθενται. ἔτι τοίνυν σκέψασθε, ὦ ἄνδρες δικασταί οὑτοσὶ γάρ μοι δοκεῖ ὑπὸ ῥᾳθυμίας καὶ μαλακίας οὐδ ̓ εἰς *Αρειον πάγον ἀναβεβηκέναι. πάντες γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ, ὅταν τὰς τοῦ φόνου δίκας δικάζωνται, οὐ διὰ τούτου τοῦ ὀνόματος τὰς διωμοσίας ποιοῦνται, ἀλλὰ δι' οὗπερ ἐγὼ κακῶς ἀκήκοα· ὁ μὲν γὰρ διώκων ὡς ἔκτεινε διόμνυται, ὁ δὲ φεύγων ὡς οὐκ ἔκτεινεν.

2. Translate into English:

(α) ἀλλ' ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι, οὔτε μικρὸν οὔτε μέγα οὐδ ̓ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντ ̓ ἐξηπατημένοι, καὶ τούτων ἕτερ ̓ αὖθις αὖ πεπραχότων καὶ παρὰ τὸ ψήφισμα πεπρεσβευκότων, προσῇμεν τῇ βουλῇ. καὶ ταυτὶ πολλοὶ συνίσασιν, ἃ μέλλω λέγειν· τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν.

(3) ἀλλ' ἐκεῖνο ἴδιον καὶ οὐδενὶ τῶν πάντων ἄλλῳ γεγονὸς εὐτύχημα. τὸ ποῖον; τὸ ἐπειδὴ πονηρῶν ἀνθρώπων εἰς τὰ πράγματ ̓ αὐτῷ ἐδέησε, πονηροτέρους εὑρεῖν ἢ ἐβούλετο. πῶς γὰρ οὐχ οὗτοι τοιοῦτοι δικαίως ὑποληφθεῖεν ἂν, οἵ γε, ἃ ὑπὲρ αὑτοῦ Φίλιππος τηλικούτων ὄντων αὐτῷ τῶν διαφόρων οὐκ ἐτόλμα ψεύσασθαι, οὐδ ̓ ἔγραψεν οὔτ ̓ εἰς ἐπιστολὴν οὐδεμίαν, οὔτε πρεσβευτὴς οὐδεὶς εἶπε τῶν παρ' ἐκείνου, ἐπὶ ταῦτα μισθώ σαντες ἑαυτοὺς ὑμᾶς ἐξηπάτων; καὶ ὁ μὲν ̓Αντίπατρος καὶ ὁ Παρμενίων, δεσπότῃ διακονοῦντες καὶ οὐ μέλλοντες ὑμῖν μετὰ ταῦτ ̓ ἐντεύξεσθαι, ὅμως τοῦθ ̓ εὕροντο, μὴ δι' αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι. οἱ δ' Αθηναίων, τῆς ἐλευθερωτάτης πόλεως, πρέσβεις ταχθέντες ὑμᾶς, οἷς ἀπαντῶντας ἐμβλέπειν, οἷς συζῆν

ἀνάγκη τὸν λοιπὸν βίον καὶ ἐν οἷς εὐθύνας ἔμελλον δώσειν τῶν πεπραγμένων, τούτους ἐξαπατῶν ὑπέστησαν. πῶς ἂν ἄνθρωποι κακίους ἢ μᾶλλον ἀπονενοημένοι τούτων γένοιντο ;

(c) ἀνάγκη δὲ, ὦ ἄνδρες Αθηναῖοι, μετὰ παρρησίας διαλε χθῆναι, μηδὲν ὑποστελλόμενον. ἡμεῖς, Αφόβητε καὶ σὺ Φιλόχαρες, σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δ' ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους (καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλ' οὐ στρατηγίας γ' άξια) πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν. εἰ τοίνυν μηδὲν ὑμῶν ἠδίκει μηδεὶς, οὐχ ἡμεῖς χάριν ὑμῖν οὐδενὸς, ἀλλ' ὑμεῖς ἡμῖν δικαίως ἂν ἔχοιτε τούτων· πολλοὺς γὰρ ὑμῶν μᾶλλον ἀξίους τιμᾶσθαι παρέντες ἡμεῖς ὑμᾶς ἐσεμνύνομεν. εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδικηκέ τις ὑμῶν, καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον ἂν μισοῖσθε δικαίως ἢ σώζοισθε; ἐγὼ μὲν οἶμαι πολλῷ.

3. Parse — εἰληφέναι, ἀνάγνωθι, τεθνάναι, ἀπήρκεσαν, πεπρακότας, πεπραχότας.

HISTORY, LITERATURE, AND ANTIQUITIES.

4. (α) What were the terms of the peace of Philocrates, and by what representations were the Athenians induced to accept them?

(β) What were the causes of the Third Sacred War, and what was its course?

(c) What considerations seem to have directed Alexander's apparently erratic course of conquest?

(d) How was Alexander received at Tyre, and what reasons probably led him to besiege it?

5. (α) Where was the Crimesus? Who were the combatants in the famous battle fought on its banks, and what was the result?

(b) What was novel in the tactics adopted by Epaminondas at the battle of Leuctra ?

6. (α) Who were the logographers, and whence arose their importance?

(b) What signs of immaturity mark the speeches of Antiphon ?

« PreviousContinue »